Ὁ Ποῦτιν εἰς τὴν Οὐκραίναν στρατιώτας πέμπει

Οἱ Ῥωσσικοὶ στρατιῶται δύο ἀερολιμένας κατέχουσιν

Προχθὲς μὲν ἄνθρωποί τινες, ὅπλα ἔχοντες καὶ Ῥωσσικὰ σημεῖα σείοντες, εἰς τὴν τῆς Κριμέας Βουλὴν εἰσελθόντες τοὺς ἄρχοντας βίᾳ ἐξέβαλον, χθὲς δὲ τῇ Παρασκευῇ στρατιῶταί τινες εἰς τοὺς δύο ἀερολιμένας τῆς Κριμέας εἰσέβαλον (ἐν τῇ Σεβαστουπόλει καὶ ἐν τῇ Συμφερουπόλει), νῦν δὲ οὗτοι οἱ ἀερολιμένες ὑπὸ αὐτῶν κατέχονται. πρῶτον μὲν οὐ σαφὲς ἦν ὁπόθεν οὗτοι οἱ στρατιῶται ἀφίκοιντο, ἔπειτα δὲ δῆλον ἐγένετο ὅτι Ῥῶσσοι ἦσαν, Ῥωσσικὰ γὰρ σημεῖα φέροντες ἐτύγχανον, ὡς οἱ τῇ προτεραίᾳ εἰς τὴν Βουλὴν εἰσελθόντες.

νεωστί, ὡς πάντες ἴσμεν, οἱ τῆς Οὐκραίνας πολῖται, ἐν ταῖς ἁγυιαῖς μαχόμενοι, τὸν Ἰανουκόβιζ ἐκ τῆς ἀρχῆς ἐξέβαλον ἅτε τὴν χώραν ἐν τοῖς τοῦ Κρέμλιν γόνασι θεῖναι βουλόμενον· ὅμως δὲ τοὺς πολίτας οὐκ ἔλαθεν τοῦτο πειρώμενος, οἱ δέ, τὴν Εὐρωπαικὴν δημοκρατίαν προαιρούμενοι, τῷ Ἰανουκόβιζ ἀνέστησαν καὶ ἠνάγκασαν ἐκ τῆς χώρας ἐκφυγεῖν (εἰς τὴν Ῥωσσίαν, πῶς γὰρ οὔ;).

ὁ Ποῦτιν, τοῦτο χαλεπῶς φέρων καὶ αἰσθόμενος τὴν Οὐκραίναν ἐν τῇ Ῥωσσικῇ σφαίρᾳ οὐκ ἐσομένην, πειρᾷ νῦν τήν γε Κριμέαν κατέχειν, αὐτόνομον μέρος τῆς Οὐκραίνης οὖσαν, ἐν ᾧ οἱ πλεῖστοι τῶν ἐνοικούντων ἐκ Ῥωσσικῆς γενέσεως ἥκουσιν· καὶ δὴ καὶ ἐν τῇ Σεβαστοπόλει Ῥωσσικὴ ναυτικὴ ἀφορμὴ κεῖται (ἡ Ῥωσσία καὶ ἡ Οὐκραίνα συνθήκην ἐποιήσαντο ἤδη πάλαι περὶ ταύτης τῆς ἀφορμῆς)· τούτων δὲ γενομένων, εἶπεν μὲν χθὲς ὁ Ποῦτιν ὅτι οὐδὲν εἰδείη περὶ τούτων τῶν στρατιωτῶν τήν τε Βουλὴν καὶ τοὺς ἀερολιμένας κατασχόντων, τήμερον δὲ τῷ Σαββάτῳ ἑξακισχίλιοι Ῥωσσικοὶ στρατιῶται εἰς τὴν Κριμέαν ἀπροσδοκήτως ἀφιγμένοι εἰσίν· κατὰ μὲν τὴν συνθήκην ἔξεστι τῇ Ῥωσσίᾳ ἐνίους στρατιώτας ἐν τῇ Κριμέᾳ ἔχειν, ὅμως δὲ οὗτοι οἱ ἑξακισχίλιοι ἔξω τῆς συνθήκης εἰσίν. 


http://www.akwn.net/

Σχόλια