Η απόλαυση της ζωής είναι απλή και ενώπιόν μας

οὗτος οὖν τὸν Πύρρον ὡρμημένον τόθ' ὁρῶν ἐπὶ τὴν Ἰταλίαν, εἰς λόγους ἐπηγάγετο τοιούτους ἰδὼν σχολάζοντα· “πολεμισταὶ μὲν ὦ Πύρρε Ῥωμαῖοι λέγονται καὶ πολλῶν ἐθνῶν μαχίμων ἄρχοντες· εἰ δὲ δοίη θεὸς περιγενέσθαι τῶν ἀνδρῶν, τί χρησόμεθα τῇ νίκῃ;” καὶ ὁ Πύρρος “ἐρωτᾷς” εἶπεν “ὦ Κινέα πρᾶγμα φαινόμενον· οὔτε βάρβαρος ἡμῖν ἐκεῖ πόλις οὔθ' Ἑλληνὶς ἀξιόμαχος Ῥωμαίων κρατηθέντων, ἀλλ' ἕξομεν εὐθὺς Ἰταλίαν ἅπασαν, ἧς μέγεθος καὶ ἀρετὴν καὶ δύναμιν ἄλλῳ πού τινι μᾶλλον ἀγνοεῖν ἢ σοὶ προσήκει”. μικρὸν οὖν ἐπισχὼν ὁ Κινέας, “Ἰταλίαν δέ” εἶπεν “ὦ βασιλεῦ λαβόντες, τί ποιήσομεν;” καὶ ὁ Πύρρος οὔπω τὴν διάνοιαν αὐτοῦ καθορῶν, “ἐγγύς” εἶπεν “ἡ Σικελία χεῖρας ὀρέγει, νῆσος εὐδαίμων καὶ πολυάνθρωπος, ἁλῶναι δὲ ῥᾴστη· στάσις γὰρ ὦ Κινέα πάντα νῦν ἐκεῖ[να] καὶ ἀναρχία πόλεων καὶ δημαγωγῶν ὀξύτης, Ἀγαθοκλέους ἐκλελοιπότος.” “εἰκότα” ἔφη “λέγεις” ὁ Κινέας· “ἀλλ' ἦ τοῦτο πέρας ἡμῖν τῆς στρατείας, λαβεῖν Σικελίαν;” “θεός” ὁ Πύρρος ἔφη “νικᾶν διδῴη καὶ κατορθοῦν· τούτοις δὲ προάγωσι χρησόμεθα πραγμάτων μεγάλων. τίς γὰρ ἂν ἀπόσχοιτο Λιβύης καὶ Καρχηδόνος ἐν ἐφικτῷ γενομένης, ἣν Ἀγαθοκλῆς ἀποδρὰς ἐκ Συρακουσῶν κρύφα καὶ περάσας ναυσὶν ὀλίγαις λαβεῖν παρ' οὐδὲν ἦλθεν; ὅτι δὲ τούτων κρατήσασιν ἡμῖν οὐδεὶς ἀντιστήσεται τῶν νῦν ὑβριζόντων πολεμίων, τί ἂν λέγοι τις;” “οὐδέν” ὁ Κινέας εἶπε· “δῆλον γὰρ ὅτι καὶ Μακεδονίαν ἀναλαβεῖν καὶ τῆς Ἑλλάδος ἄρχειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως. γενομένων δὲ πάντων ὑφ' ἡμῖν, τί ποιήσομεν;” καὶ ὁ Πύρρος ἐπιγελάσας, “σχολήν” ἔφη “ἄξομεν πολλήν, καὶ κώθων ὦ μακάριε καθημερινὸς ἔσται, καὶ διὰ λόγων συνόντες ἀλλήλους εὐφρανοῦμεν”. ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον ὁ Κινέας, “εἶτα” ἔφη “τί νῦν ἐμποδών ἐστιν ἡμῖν βουλομένοις κώθωνι χρῆσθαι καὶ σχολάζειν μετ' ἀλλήλων, εἰ ταῦτ' ἔχομεν ἤδη καὶ πάρεστιν ἀπραγμόνως, ἔφ' ἃ δι' αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι, πολλὰ καὶ δράσαντες ἑτέρους κακὰ καὶ παθόντες;” Πλουτάρχου, ΠΥΡΡΟΣ, 14

Σχόλια